TLG 0334 001 :: DIOGENES :: Fragmenta

DIOGENES Phil. Trag.
(Sinopensis: 4 B.C.)

Cf. et DIOGENIS SINOPENSIS EPISTULAE (1325)

Fragmenta

Source: Snell, B. (ed.), Tragicorum Graecorum fragmenta, vol. 1. Göttingen: Vandenhoeck & Ruprecht, 1971: 254–258.

frr. 1–7

Citation: Fragment — (line)

1

(tit)

ΑΤΡΕΥΣ

1a

(tit)

ΑΧΙΛΛΕΥΣ

1b

(tit)

ΕΛΕΝΗ

1c

(tit)

ΗΡΑΚΛΗΣ

1d

(tit)

ΘΥΕΣΤΗΣ254

1e

(tit)

ΜΗΔΕΙΑ

1f

(tit)

ΟΙΔΙΠΟΥΣ

1g

(tit)

ΧΡΥΣΙΠΠΟΣ255

1h

οἱ τῆς ἀνάνδρου καὶ διεσκατωμένης τρυφῆς ὑφ’ ἡδοναῖσι σαχθέντες κέαρ πονεῖν θέλοντες οὐδὲ βαιά –⏑–

2

θέλω τύχης σταλαγμὸν ἢ φρενῶν πίθον, ἧς μὴ παρούσης δυστυχοῦσιν αἱ φρένες

t,3-7

DUBIA

3

ΗΡΑΚΛΗΣ· ὦ τλῆμον ἀρετή· λόγος ἄρ’ ἦσθ’, ἐγὼ δέ σε
ὡς ἔργον ἤσκουν, σὺ δ’ ἄρ’ ἐδούλευες τύχῃ, ἀφεὶς τὴν πλουτοποιὸν ἀδικίαν256
5καὶ τὴν γόνιμον ἁπάσης ἡδονῆς ἀκολασίαν

4

ἄπολις, ἄοικος, πατρίδος ἐστερημένος, πτωχός, πλανήτης, βίον ἔχων ἐφήμερον

5

ὅς με ῥάκη τ’ ἤμπισχε κἀξηνάγκασεν πτωχὸν γενέσθαι κἀκ δόμων ἀνάστατον

6

ὅσοι δὲ φιλοσοφοῦντες ἐκμοχθοῦσί τι, ἐνταῦθ’ ὑπάρχει τῷ βίῳ γαστρὸς κρατεῖν· διδάσκαλος γὰρ ηὑτέλεια τῶν σοφῶν
καὶ τῶν ἀρίστων γίγνεται βουλευμάτων257

7

ἐγὼ γάρ, εἰ νοῦν εἶχ’ ἔμ’ ὁ σπείρας πατήρ, ἠπιστάμην ἂν μουσικὴν παρεὶς πονεῖν, ὡς εὐτυχήσων καὶ κακῶς πράξων ποτέ. πρῶτον μέν, ἐξ ὧν πάντα γίγνεται βροτοῖς,
5εὔογκος εἶναι γαστρὶ μὴ πληρουμένῃ στέργειν θ’ ὑδρηροῖς ὥστε θὴρ ἀεὶ ποτοῖς, χειμῶνί τ’ ἀσκεῖν σῶμα θερμά θ’ ἡλίου τοξεύματ’ αἰνεῖν μὴ σκιατραφούμενος. νῦν δ’ οὐκ ἐθισθεὶς ταῦτ’ ἐπίσταμαι μὲν οὔ,
10φέρειν δ’ ἀνάγκη· τὸν γὰρ Ὀρφέα λαβών ἅπαν τε Μουσῶν ἐννεάφθογγον μέλος,
οὐκ ἂν πίθοιμι γαστέρ’, ἀλλὰ δεῖ βίου258